Λατρεία και προσευχή

Οι Χαιρετισμοί του αγίου Ιωάννου του Προδρόμου
Οι Χαιρετισμοί του αγίου Ιωάννου του Προδρόμου

 

Αν θέλετε πολυτονικό κείμενο, πατήστε εδώ

  

Οίκοι εικοσιτέσσαρες

εις τον τίμιον και ένδοξον Προφήτην

και Πρόδρομον και Βαπτιστήν Ιωάννην.

Ποίημα Χριστοφόρου Μοναχού Ιβηροσκητιώτου.

 

Κοντάκιον. Ήχος πλ. δ’. Τη υπερμάχω.

Τω υπέρ πάντας αληθώς Αγίους μείζονι, ο υπέρ πάντας αμαρτών τους ανομήσαντας, το εφύμνιον προσφέρω σοι, Ιωάννη. Ως ουν έχων παρρησίαν προς τον Κύριον, εκ παντοίων με κινδύνων ελευθέρωσον, ίνα κράζω σοι· Χαίροις Κήρυξ της χάριτος.

Άρχομαί σοι τον ύμνον, θεοΰμνητε μάκαρ, χαρά συνειλημμένος και φόβω· (εκ γ’) ευφημών γαρ ήδομαι τα σα, απορών δε λόγου, δειλιώ Πρόδρομε, αυτός δε ενισχύων με, παράσχου επαξίως λέγειν·

Χαίρε, δι’ ου η χαρά εφάνη· χαίρε, δι’ ου η αρά εφθάρη.

Χαίρε, των περάτων της γης ο διδάσκαλος· χαίρε, των τεράτων Χριστού ο προάγγελος.

Χαίρε, μήκος αγιότητος, φθάνον μέχρις ουρανού· χαίρε, πλάτος καθαρότητος, αγιάζον πάσαν γην.

Χαίρε, ότι Τριάδα την Αγίαν κατείδες· χαίρε, ότι δυάδα υλικήν υπερείδες.

Χαίρε, αστήρ δεικνύων τον Ήλιον· χαίρε, φωστήρ φωτίζων υφήλιον.

Χαίρε, δι’ ου ο Χριστός εμηνύθη· χαίρε, δι’ ου ο Σατάν εμισήθη.

Χαίρε, Κήρυξ της χάριτος.

Βλέπων γένος ανθρώπων, κείμενον απανθρώπως, ανίσταται Θεός φιλανθρώπως· και θελήσας πέμψαι τον Υιόν, εκκαθάραι πάντα ιόν του όφεως, προέπεμψε τον Πρόδρομον, κηρύξαι τοις ανθρώποις λέγειν·

Αλληλούϊα.

Γέννησιν Ζαχαρίας, θυμιάματος ώρα, μανθάνει του υιού δι’ Αγγέλου· ότι δ’ ηπίστησε τούτω, κατακέκριται μηκέτι λαλείν, βλέψας δε την έκβασιν, των λόγων του Αγγέλου, το λαλείν λαμβάνει·

Χαίρε, η θύρα της σωτηρίας· χαίρε, η λύρα της Εκκλησίας.

Χαίρε, Προφητών του Θεού το συμπέρασμα· χαίρε, αρετών απασών το συμφόρημα.

Χαίρε, Άγγελε επίγειε παρουσίας του Χριστού· χαίρε, άνθρωπε ουράνιε βασιλείας του Θεού.

Χαίρε, της εγκρατείας ο σοφός παραινέτης· χαίρε, της ακρασίας ο οξύς αναιρέτης.

Χαίρε, κρατήρ του νέκταρος πάροχε· χαίρε, λουτήρ καθάρσεως πρόξενε.

Χαίρε, πρηστήρ καυστικέ της απάτης· χαίρε, λαμπτήρ φαυστικέ γης απάσης.

Χαίρε, Κήρυξ της χάριτος.

Δεξιούται ασμένως, ασπασμώ η Παρθένος, ιδούσα κυοφόρον την στείραν· ο δε Κήρυξ ένδον της μητρός, επιγνούς τον έσω της γαστρός Κύριον, ως ρήμασι τοις άλμασι, χρησάμενος εβόα λέγων·

Αλληλούϊα.

Έχαιρον τη γεννήσει, και ηρεύνων την κλήσιν, μαθείν οι συγγενείς Ιωάννου· γράμμασι δε ταύτην εκτυπών, Ζαχαρίας τέως σιωπών φθέγγεται· οι δε ευθύς εχάρησαν, εθαύμασαν βοώντες ούτω·

Χαίρε, φωνήν του πατρός ο δήσας· χαίρε, σιγήν του αυτού ο λύσας.

Χαίρε, των αγόνων λαγόνων το κύημα· χαίρε, των ακάρπων το εύκαρπον βλάστημα.

Χαίρε, κύκλος ο ευτόρνευτος κέντρον έχων τον Χριστόν· χαίρε, κύκνος ο οξύφωνος πάσιν άδων τα χρηστά.

Χαίρε, ο εκ κοιλίας μητρός ηγιασμένος· χαίρε, ο προ συλλήψεως Θεώ εγνωσμένος.

Χαίρε, πηγή θαυμάτων ακένωτος· χαίρε, πληγή δαιμόνων ανίατος.

Χαίρε, δι’ ου εφωτίσθη η κτίσις· χαίρε, δι’ ου εδοξάσθη ο Κτίστης.

Χαίρε, Κήρυξ της χάριτος.

Ζέων θυμώ Ηρώδης, ανελείν ο ληρώδης, Χριστόν ζητών τα βρέφη προστάσσει· φθειρομένων δε τούτων πικρώς, Ιωάννης ο θείος σοφώς σέσωστο, κηρύξαι την απόρρητον, Θεού οικονομίαν λέγων·

Αλληλούϊα.

Ήγεν εν τη ερήμω, ηλικία ανήβω, ο Άγγελος τον Άγγελον φέρων· και οποίος έσται εννοών, το μυστήριον ουκ αγνοών ήδετο, και άσμασιν ως στέμμασι, κατέστεφεν αυτόν κραυγάζων·

Χαίρε, η στήλη της ευσεβείας· χαίρε, η πύλη της βασιλείας.

Χαίρε, Μωυσέως του πάλαι διάδοχε· χαίρε, Βασιλέως του πάντων διάκονε.

Χαίρε, μάργαρον κρυπτόμενον εν τω λύθρω της σαρκός· χαίρε, όργανον κρουόμενον εν τω πλήκτρω του Θεού.

Χαίρε, άρτος στηρίζων νηστευόντων κοιλίας· χαίρε, οίνος ηδύνων σωφρονούντων καρδίας.

Χαίρε, Χριστού ο φέρων το τρόπαιον· χαίρε, εχθρού παθών αποτρόπαιον.

Χαίρε, δι’ ου τα αρχαία παρήλθεν· χαίρε, δι’ ου τα καινά επεισήλθε.

Χαίρε, Κήρυξ της χάριτος.

Θαυμαστή πάση φύσει, ώφθη ως υπέρ φύσιν, η εν ερήμω σου μετοικία· εκ μαστών γαρ ευθύς μητρικών, προς αυτήν μετέβης κατοικείν Πρόδρομε, ουκ οίνον ουδέ σίκερα, Θεώ δε εντρυφών και ψάλλων·

Αλληλούϊα.

Ίθυνάς σου τον δρόμον, προς ουράνιον δόμον, ασκήσεως ελθών πρώτος δρόμον· και λαμπρός τις γέγονας σοφέ, Χριστού δια βίου υψηλού Πρόδρομος· προς ον ιθύνας άπαντας, ακούεις παρά πάντων ούτω·

Χαίρε, η τέχνη της εγκρατείας· χαίρε, η στάθμη της ακριβείας.

Χαίρε, της ασκήσεως έμψυχον άγαλμα· χαίρε, της αθλήσεως θείον εκτύπωμα.

Χαίρε, όρος ο ακρότατος παρθενίας αληθούς· χαίρε, νόμος ενθεώτατος θεωρίας ευαγούς.

Χαίρε, ακτημοσύνης ο λαμπρός προηγήτωρ· χαίρε, αγιωσύνης ο σοφός εισηγήτωρ.

Χαίρε, κανών νηστείας θεόσδοτος· χαίρε, εικών αγνείας θεόγραφος.

Χαίρε, ορθής πολιτείας ο γνώμων· χαίρε, σοφής προμηθείας νοήμων.

Χαίρε, Κήρυξ της χάριτος.

Κόσμου ηδυπαθείας, και σαρκός προσπαθείας, ηλόγησας καθάπαξ Προφήτα, ακρίδας και μέλι έχων τροφήν, εκ τριχών δε καμήλου το ένδυμα, του πνεύματος ου σώματος, επίδοσιν ζητών και λέγων·

Αλληλούϊα.

Λύτρωσιν αμαρτίας, βάπτισμα μετανοίας, κηρύττων ήλθεν ο Ιωάννης, πάσι Μετανοείτε βοών, βασιλεία γαρ των ουρανών ήγγικε· και χάριν εχορήγησε πιστοίς, ως αν αυτώ βοώσι·

Χαίρε, βουλής του Θεού ο μύστης· χαίρε, ουλής των ψυχών ο ρύστης.

Χαίρε, χελιδών η το έαρ μηνύσασα· χαίρε, αηδών η Χριστόν κελαδήσασα.

Χαίρε, νάμα ο εξέρρευσε θαυμασίως εξ Εδέμ· χαίρε, πόμα ο ανέψυξε τους φλεχθέντας εξ Αδάμ.

Χαίρε, ο των παρόντων αμελών ως μη όντων· χαίρε, ο των μελλόντων φροντιστής ως μενόντων.

Χαίρε, δι’ ου ο πίπτων ανίσταται· χαίρε, δι’ ου ο βάλλων αφίσταται.

Χαίρε, ψυχήν προς Θεόν παροτρύνας· χαίρε, ορμήν της σαρκός ο συστείλας.

Χαίρε, Κήρυξ της χάριτος.

Μετανοίας τον στάχυν, της ερήμου ο στάχυς, κελεύει τους ακάρπους εκφύειν· Εκκαθάραι ήκει γαρ φησίν, ο το πτύον έχων τη χειρί Κύριος, τους αχυρώδεις καύσων, συνάξει δε εγκάρπους λέγειν·

Αλληλούϊα.

Νέαν θέλων ο Κτίστης, αναδείξαι την φύσιν, τοις ύδασιν αυτήν αναπλάττει· και προς τούτο φέρει συνεργόν, ο βουλήσει πάντα ενεργών Κύριος, βαπτίσματος τον Κήρυκα, ω πάντες οι πιστοί βοώμεν·

Χαίρε, φωνή του Θεού αγία· χαίρε, σιγή του εχθρού τελεία.

Χαίρε, της ουσίας βροτών το κεφάλαιον· χαίρε, παρουσίας Θεού το προοίμιον.

Χαίρε, ότι επεχόρευσε πάσα χάρις επί σοι· χαίρε, ότι υπεχώρησε πάσα πλάνη δια σου.

Χαίρε, ο διαπτύσας τα ηδέα του βίου· χαίρε, ο διαλύσας τα πικρά εν τω βίω.

Χαίρε, δι’ ου εδόθη μετάνοια· χαίρε, δι’ ου ελύθη απόνοια.

Χαίρε, Αμνόν του Θεού ο κηρύξας· χαίρε, αγνόν ο τον βίον τηρήσας.

Χαίρε, Κήρυξ της χάριτος.

Ξένην κένωσιν βλέπων, ο βαπτίζων του Λόγου, εξίστατο και ίστατο λέγων· Εγώ χρείαν έχω υπό σου, και συ βαπτισθήναι προς εμέ γέγονας; Ο δε θαρρείν επέταξε, και έργον εκπληρούντα λέγειν·

Αλληλούϊα.

Ο χειρί πάντα φέρων, ση χειρί υποκλίνει, την αυτού κεφαλήν Ιωάννη· ου καθάρσεως χρήζων αυτός, αλλ’ Αδάμ καθαίρων εν αυτώ· όθεν σοι, ως λειτουργώ της χάριτος, χαρίζεται ακούειν ταύτα·

Χαίρε, Αγίων απάντων μείζων· χαίρε, Αγγέλων ουδέν ελάττων.

Χαίρε, γεννητοίς γυναικών ο υπέρτερος· χαίρε, γενετής εξ αυτής ο υπέρλαμπρος.

Χαίρε, κάλαμε της χάριτος νέον νόμον εκτυπών· χαίρε, θάλαμε του Πνεύματος εκ πασών των αρετών.

Χαίρε, ότι εγένου γεηρών υπερόπτης· χαίρε, ότι εφάνης ουρανίων επόπτης.

Χαίρε, ποιμήν θρεμμάτων του Πνεύματος· χαίρε, λιμήν πνευμάτων απείραστος.

Χαίρε, ο ρους ο εκπλύνων τα πάθη· χαίρε, ο νους ο Θεού βλέπων βάθη.

Χαίρε, Κήρυξ της χάριτος.

Πάθος πέποικεν αίσχους, τον υιόν της αισχύνης, ειρκτή τον Βαπτιστήν κατακλείσαι· και καλύψαι σπεύδων το κακόν, έλαθεν αρίδηλον αυτό θέμενος· ο λόγος γαρ ου δέδεται, τοις ψάλλουσι Κυρίω ούτως·

Αλληλούϊα.

Ρήματά σου ως βέλη, δεδεγμένος Ηρώδης, κεντάται την καρδίαν καιρίαν· οι γαρ έλεγχοι τω ασεβεί, μώλωπες εισίν οδυνηροί Πρόδρομε· και θνήσκων ανομία, ουκ ηνέσχετο ειπείν σοι ταύτα·

Χαίρε, αγίασμα ο παρέχων· χαίρε, το μίασμα ο απέχων.

Χαίρε, των πεσόντων βροτών η ανόρθωσις· χαίρε, των πασχόντων πιστών η ανάρρωσις.

Χαίρε, ένυλον ως δαίμονα τον Ηρώδη καθελών· χαίρε, άϋλον ως Άγγελος εν γη βίον μετελθών.

Χαίρε, ο των αρρήτων του Θεού οικονόμος· χαίρε, ο απορρήτων αγαθών κληρονόμος.

Χαίρε, καλών ευωδίαν δωρούμενος· χαίρε, κακών δυσωδίαν τροπούμενος.

Χαίρε, δι’ ου ο Χριστός εβαπτίσθη· χαίρε, δι’ ου ο Σατάν ενικήθη.

Χαίρε, Κήρυξ της χάριτος.

Σέλας ηλίου δίκην, έστιλβεν ως εκ δίσκου, του πίνακος η θεία σου κάρα· και του σκότους πάσαν την ισχύν, η ακτίς απήλασεν αυτής Πρόδρομε, ημάς δε καθωδήγησεν, των φώτων τω Πατρί κραυγάζειν·

Αλληλούϊα.

Του φωτός την λυχνίαν, ο του σκότους εργάτης, ουκ έφερεν εις έλεγχον έχειν· ως γαρ φίλος έργων σκοτεινών, παρουσίαν ταύτης σφαλερώς ήχθετο· διο εκ μέσου τίθησιν αυτόν, μη συνιείς κραυγάζειν·

Χαίρε, το στέλεχος της αγνείας· χαίρε, ο έλεγχος της λαγνείας.

Χαίρε, των βροτών και Αγγέλων μεθόριον· χαίρε, ουρανού και της γης το εξαίσιον.

Χαίρε, μέσος ος ανέτειλας των Θεού διαθηκών· χαίρε, τέλος ος γεγένησαι των Γραφών των νομικών.

Χαίρε, ο ταναντία εις ταυτό καταμίξας· χαίρε, ο ασαρκίαν εν σαρκί κατορθώσας.

Χαίρε, βροντή τον κόσμον εκπλήττουσα· χαίρε, βροχή την κτίσιν αρδεύουσα.

Χαίρε, δι’ ου ευσεβείς φωταυγούνται· χαίρε, δι’ ου ασεβείς πυρπολούνται.

Χαίρε, Κήρυξ της χάριτος.

Ύμνος ποίος αρκέσει, αφικέσθαι του ύψους, της σης μεγαλωσύνης Προφήτα; Η υμνήσαι τις των γηγενών, ον απάντων μείζονα Χριστός έδειξε; Διο την πίστιν δέδεξο, των μετά σου Θεώ βοώντων·

Αλληλούϊα.

Φαεσφόρος ως όρθρος, του Ηλίου της δόξης, κακίας με εξέγειρον ύπνου, και υιόν ανάδειξον φωτός, γρηγορούντα έργοις φωτεινοίς Πρόδρομε, ως αν φαιδρώ προσώπω σοι, και γλώσση γηθοσύνω λέγω·

Χαίρε, πυρσέ των εν ζάλη όντων· χαίρε, χρυσέ των πενία ζώντων.

Χαίρε, λυπουμένων ταχεία παράκλησις· χαίρε, πλανωμένων ετοίμη ανάκλησις.

Χαίρε, πάντων ευδυσώπητος προς Θεόν διαλλαγή· χαίρε, πάντων ευσυμπάθητος λυπηρών απαλλαγή.

Χαίρε, των νοσημάτων των πιστών η υγεία· χαίρε, των μολυσμάτων των αυτών η αγνεία.

Χαίρε, πταιόντων θείον εξίλασμα· χαίρε, πιπτόντων μέγα διάσωσμα.

Χαίρε, ο πάσι τα πάντα παρέχων· χαίρε, πιστοίς τα συμφέροντα νέμων.

Χαίρε, Κήρυξ της χάριτος.

Χάριτι παντελείω, χαριτώνυμε Κήρυξ, ψυχήν μου χαριτώσαις και φρένας, των παθών τον ρύπον εξ αυτών, μετανοίας γνώσει εξελών άπαντα, και δείξας ση με χάριτι, επάξιον Θεώ κραυγάζειν·

Αλληλούϊα.

Ψώμισόν με Προφήτα, της αφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ως κύνα· εν λιμώ γαρ τήκομαι σφοδρώ, σωτηρίου άρτου απορών Πρόδρομε· και κόρεσον καρδίαν μου, ως αν σοι ευχαρίστως κραυγάζω·

Χαίρε, σφραγίς Προφητών αγίων· χαίρε, κρηπίς Αποστόλων θείων.

Χαίρε, νυμφοστόλε ωραίε της χάριτος· χαίρε, θεολόγε δογμάτων του Πνεύματος.

Χαίρε, όμμα καθαρώτατον τα αθέατα ιδών· χαίρε, στόμα αγιώτατον τα απόρρητα ειπόν.

Χαίρε, Πρόδρομε, Μαρτυς, Βαπτιστά, φωνή, λύχνε· χαίρε, πρόκριτε, μάκαρ, μηνυτά, μύστα, φίλε.

Χαίρε, ο φέρων εικόνι σου πτέρυγας· χαίρει και Άθως έχων την χείρα σου.

Χαίρε, κοινέ πρεσβευτά και μεσίτα· χαίρε, εμού εξαιρέτως προστάτα.

Χαίρε, Κήρυξ της χάριτος.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, Αγίων υπερέκεινα πάντων· (εκ γ’) τη μικρά νυν πρόσχες απαρχή, και των δεινών πάσης ταραχής ρύσαι με, και της μελλούσης λύτρωσαι κολάσεως, Θεώ βοώντα·

Αλληλούϊα.

Και αύθις το Κοντάκιον.

Ήχος πλ. δ’. Τη υπερμάχω.

Τω υπέρ πάντας αληθώς Αγίους μείζονι, ο υπέρ πάντας αμαρτών τους ανομήσαντας, το εφύμνιον προσφέρω σοι, Ιωάννη. Ως ουν έχων παρρησίαν προς τον Κύριον, εκ παντοίων με κινδύνων ελευθέρωσον, ίνα κράζω σοι· Χαίροις Κήρυξ της χάριτος.

 

 

 

 

Οἶκοι εἰκοσιτέσσαρες

εἰς τὸν τίμιον καὶ ἔνδοξον Προφήτην

καὶ Πρόδρομον καὶ Βαπτιστὴν Ἰωάννην.

Ποίημα Χριστοφόρου Μοναχοῦ Ἰβηροσκητιώτου.

 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῷ ὑπὲρ πάντας ἀληθῶς Ἁγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἀνομήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι, Ἰωάννη. Ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαίροις Κήρυξ τῆς χάριτος.

ρχομαί σοι τὸν ὕμνον, θεοΰμνητε μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ· (ἐκ γ´) εὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου, δειλιῶ Πρόδρομε, αὐτὸς δὲ ἐνισχύων με, παράσχου ἐπαξίως λέγειν·

Χαῖρε, δι᾿ οὗ ἡ χαρὰ ἐφάνη· χαῖρε, δι᾿ οὗ ἡ ἀρὰ ἐφθάρη.

Χαῖρε, τῶν περάτων τῆς γῆς ὁ διδάσκαλος· χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.

Χαῖρε, μῆκος ἁγιότητος, φθάνον μέχρις οὐρανοῦ· χαῖρε, πλάτος καθαρότητος, ἁγιάζον πᾶσαν γῆν.

Χαῖρε, ὅτι Τριάδα τὴν Ἁγίαν κατεῖδες· χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.

Χαῖρε, ἀστὴρ δεικνύων τὸν Ἥλιον· χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐμηνύθη· χαῖρε, δι᾿ οὗ ὁ Σατὰν ἐμισήθη.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Βλέπων γένος ἀνθρώπων, κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως· καὶ θελήσας πέμψαι τὸν Υἱόν, ἐκκαθᾶραι πάντα ἰὸν τοῦ ὄφεως, προέπεμψε τὸν Πρόδρομον, κηρῦξαι τοῖς ἀνθρώποις λέγειν·

Ἀλληλούϊα.

Γέννησιν Ζαχαρίας, θυμιάματος ὥρᾳ, μανθάνει τοῦ υἱοῦ δι᾿ Ἀγγέλου· ὅτι δ᾿ ἠπίστησε τούτῳ, κατακέκριται μηκέτι λαλεῖν, βλέψας δὲ τὴν ἔκβασιν, τῶν λόγων τοῦ Ἀγγέλου, τὸ λαλεῖν λαμβάνει·

Χαῖρε, ἡ θύρα τῆς σωτηρίας· χαῖρε, ἡ λύρα τῆς Ἐκκλησίας.

Χαῖρε, Προφητῶν τοῦ Θεοῦ τὸ συμπέρασμα· χαῖρε, ἀρετῶν ἁπασῶν τὸ συμφόρημα.

Χαῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε βασιλείας τοῦ Θεοῦ.

Χαῖρε, τῆς ἐγκρατείας ὁ σοφὸς παραινέτης· χαῖρε, τῆς ἀκρασίας ὁ ὀξὺς ἀναιρέτης.

Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε· χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.

Χαῖρε, πρηστὴρ καυστικὲ τῆς ἀπάτης· χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Δεξιοῦται ἀσμένως, ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ Κήρυξ ἔνδον τῆς μητρός, ἐπιγνοὺς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι, χρησάμενος ἐβόα λέγων·

Ἀλληλούϊα.

χαιρον τῇ γεννήσει, καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς Ἰωάννου· γράμμασι δὲ ταύτην ἐκτυπῶν, Ζαχαρίας τέως σιωπῶν φθέγγεται· οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·

Χαῖρε, φωνὴν τοῦ πατρὸς ὁ δήσας· χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.

Χαῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα· χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.

Χαῖρε, κύκλος ὁ εὐτόρνευτος κέντρον ἔχων τὸν Χριστόν· χαῖρε, κύκνος ὁ ὀξύφωνος πᾶσιν ᾄδων τὰ χρηστά.

Χαῖρε, ὁ ἐκ κοιλίας μητρὸς ἡγιασμένος· χαῖρε, ὁ πρὸ συλλήψεως Θεῷ ἐγνωσμένος.

Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος· χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.

Χαῖρε, δι᾿ οὗ ἐφωτίσθη ἡ κτίσις· χαῖρε, δι᾿ οὗ ἐδοξάσθη ὁ Κτίστης.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Ζέων θυμῷ Ἡρῴδης, ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάσσει· φθειρομένων δὲ τούτων πικρῶς, Ἰωάννης ὁ θεῖος σοφῶς σέσωστο, κηρῦξαι τὴν ἀπόρρητον, Θεοῦ οἰκονομίαν λέγων·

Ἀλληλούϊα.

γεν ἐν τῇ ἐρήμῳ, ἡλικίᾳ ἀνήβῳ, ὁ Ἄγγελος τὸν Ἄγγελον φέρων· καὶ ὁποῖος ἔσται ἐννοῶν, τὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμμασι, κατέστεφεν αὐτὸν κραυγάζων·

Χαῖρε, ἡ στήλη τῆς εὐσεβείας· χαῖρε, ἡ πύλη τῆς βασιλείας.

Χαῖρε, Μωυσέως τοῦ πάλαι διάδοχε· χαῖρε, Βασιλέως τοῦ πάντων διάκονε.

Χαῖρε, μάργαρον κρυπτόμενον ἐν τῷ λύθρῳ τῆς σαρκός· χαῖρε, ὄργανον κρουόμενον ἐν τῷ πλήκτρῳ τοῦ Θεοῦ.

Χαῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας· χαῖρε, οἶνος ἡδύνων σωφρονούντων καρδίας.

Χαῖρε, Χριστοῦ ὁ φέρων τὸ τρόπαιον· χαῖρε, ἐχθροῦ παθῶν ἀποτρόπαιον.

Χαῖρε, δι᾿ οὗ τὰ ἀρχαῖα παρῆλθεν· χαῖρε, δι᾿ οὗ τὰ καινὰ ἐπεισῆλθε.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Θαυμαστὴ πάσῃ φύσει, ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν ἐρήμῳ σου μετοικία· ἐκ μαστῶν γὰρ εὐθὺς μητρικῶν, πρὸς αὐτὴν μετέβης κατοικεῖν Πρόδρομε, οὐκ οἶνον οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων·

Ἀλληλούϊα.

θυνάς σου τὸν δρόμον, πρὸς οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τις γέγονας σοφέ, Χριστοῦ διὰ βίου ὑψηλοῦ Πρόδρομος· πρὸς ὃν ἰθύνας ἅπαντας, ἀκούεις παρὰ πάντων οὕτω·

Χαῖρε, ἡ τέχνη τῆς ἐγκρατείας· χαῖρε, ἡ στάθμη τῆς ἀκριβείας.

Χαῖρε, τῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα· χαῖρε, τῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.

Χαῖρε, ὅρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς· χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.

Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς προηγήτωρ· χαῖρε, ἁγιωσύνης ὁ σοφὸς εἰσηγήτωρ.

Χαῖρε, κανὼν νηστείας θεόσδοτος· χαῖρε, εἰκὼν ἁγνείας θεόγραφος.

Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων· χαῖρε, σοφῆς προμηθείας νοήμων.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Κόσμου ἡδυπαθείας, καὶ σαρκὸς προσπαθείας, ἠλόγησας καθάπαξ Προφῆτα, ἀκρίδας καὶ μέλι ἔχων τροφήν, ἐκ τριχῶν δὲ καμήλου τὸ ἔνδυμα, τοῦ πνεύματος οὐ σώματος, ἐπίδοσιν ζητῶν καὶ λέγων·

Ἀλληλούϊα.

Λύτρωσιν ἁμαρτίας, βάπτισμα μετανοίας, κηρύττων ἦλθεν ὁ Ἰωάννης, πᾶσι Μετανοεῖτε βοῶν, βασιλεία γὰρ τῶν οὐρανῶν ἤγγικε· καὶ χάριν ἐχορήγησε πιστοῖς, ὡς ἂν αὐτῷ βοῶσι·

Χαῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης· χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης.

Χαῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα· χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.

Χαῖρε, νᾶμα ὃ ἐξέρρευσε θαυμασίως ἐξ Ἐδέμ· χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς φλεχθέντας ἐξ Ἀδάμ.

Χαῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων· χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.

Χαῖρε, δι᾿ οὗ ὁ πίπτων ἀνίσταται· χαῖρε, δι᾿ οὗ ὁ βάλλων ἀφίσταται.

Χαῖρε, ψυχὴν πρὸς Θεὸν παροτρύνας· χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Μετανοίας τὸν στάχυν, τῆς ἐρήμου ὁ στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν· Ἐκκαθᾶραι ἥκει γὰρ φησίν, ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, τοὺς ἀχυρώδεις καύσων, συνάξει δὲ ἐγκάρπους λέγειν·

Ἀλληλούϊα.

Νέαν θέλων ὁ Κτίστης, ἀναδεῖξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει· καὶ πρὸς τοῦτο φέρει συνεργόν, ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, βαπτίσματος τὸν Κήρυκα, ᾧ πάντες οἱ πιστοὶ βοῶμεν·

Χαῖρε, φωνὴ τοῦ Θεοῦ ἁγία· χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.

Χαῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον· χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.

Χαῖρε, ὅτι ἐπεχόρευσε πᾶσα χάρις ἐπὶ σοί· χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.

Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου· χαῖρε, ὁ διαλύσας τὰ πικρὰ ἐν τῷ βίῳ.

Χαῖρε, δι᾿ οὗ ἐδόθη μετάνοια· χαῖρε, δι᾿ οὗ ἐλύθη ἀπόνοια.

Χαῖρε, Ἀμνὸν τοῦ Θεοῦ ὁ κηρύξας· χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Ξένην κένωσιν βλέπων, ὁ βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ, καὶ σὺ βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; Ὁ δὲ θαρρεῖν ἐπέταξε, καὶ ἔργον ἐκπληροῦντα λέγειν·

Ἀλληλούϊα.

χειρὶ πάντα φέρων, σῇ χειρὶ ὑποκλίνει, τὴν αὐτοῦ κεφαλὴν Ἰωάννη· οὐ καθάρσεως χρῄζων αὐτός, ἀλλ᾿ Ἀδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοί, ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα·

Χαῖρε, Ἁγίων ἁπάντων μείζων· χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων.

Χαῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος· χαῖρε, γενετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.

Χαῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν· χαῖρε, θάλαμε τοῦ Πνεύματος ἐκ πασῶν τῶν ἀρετῶν.

Χαῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης· χαῖρε, ὅτι ἐφάνης οὐρανίων ἐπόπτης.

Χαῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος· χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.

Χαῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη· χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Πάθος πέποικεν αἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῇ τὸν Βαπτιστὴν κατακλεῖσαι· καὶ καλύψαι σπεύδων τὸ κακόν, ἔλαθεν ἀρίδηλον αὐτὸ θέμενος· ὁ λόγος γὰρ οὐ δέδεται, τοῖς ψάλλουσι Κυρίῳ οὕτως·

Ἀλληλούϊα.

ήματά σου ὡς βέλη, δεδεγμένος Ἡρῴδης, κεντᾶται τὴν καρδίαν καιρίαν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες εἰσὶν ὀδυνηροὶ Πρόδρομε· καὶ θνῄσκων ἀνομίᾳ, οὐκ ἠνέσχετο εἰπεῖν σοι ταῦτα·

Χαῖρε, ἁγίασμα ὁ παρέχων· χαῖρε, τὸ μίασμα ὁ ἀπέχων.

Χαῖρε, τῶν πεσόντων βροτῶν ἡ ἀνόρθωσις· χαῖρε, τῶν πασχόντων πιστῶν ἡ ἀνάρρωσις.

Χαῖρε, ἔνυλον ὡς δαίμονα τὸν Ἡρῴδη καθελών· χαῖρε, ἄϋλον ὡς Ἄγγελος ἐν γῇ βίον μετελθών.

Χαῖρε, ὁ τῶν ἀρρήτων τοῦ Θεοῦ οἰκονόμος· χαῖρε, ὁ ἀπορρήτων ἀγαθῶν κληρονόμος.

Χαῖρε, καλῶν εὐωδίαν δωρούμενος· χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐβαπτίσθη· χαῖρε, δι᾿ οὗ ὁ Σατὰν ἐνικήθη.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Σέλας ἡλίου δίκην, ἔστιλβεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα· καὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχύν, ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησεν, τῶν φώτων τῷ Πατρὶ κραυγάζειν·

Ἀλληλούϊα.

Τοῦ φωτὸς τὴν λυχνίαν, ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν, παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτόν, μὴ συνιεὶς κραυγάζειν·

Χαῖρε, τὸ στέλεχος τῆς ἁγνείας· χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.

Χαῖρε, τῶν βροτῶν καὶ Ἀγγέλων μεθόριον· χαῖρε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.

Χαῖρε, μέσος ὃς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν· χαῖρε, τέλος ὃς γεγένησαι τῶν Γραφῶν τῶν νομικῶν.

Χαῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμίξας· χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.

Χαῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα· χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.

Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς φωταυγοῦνται· χαῖρε, δι᾿ οὗ ἀσεβεῖς πυρπολοῦνται.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

μνος ποῖος ἀρκέσει, ἀφικέσθαι τοῦ ὕψους, τῆς σῆς μεγαλωσύνης Προφῆτα; Ἢ ὑμνῆσαί τις τῶν γηγενῶν, ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; Διὸ τὴν πίστιν δέδεξο, τῶν μετὰ σοῦ Θεῷ βοώντων·

Ἀλληλούϊα.

Φαεσφόρος ὡς ὄρθρος, τοῦ Ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου, καὶ υἱὸν ἀνάδειξον φωτός, γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι, καὶ γλώσσῃ γηθοσύνῳ λέγω·

Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων· χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.

Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις· χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.

Χαῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν διαλλαγή· χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.

Χαῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία· χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.

Χαῖρε, πταιόντων θεῖον ἐξίλασμα· χαῖρε, πιπτόντων μέγα διάσωσμα.

Χαῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων· χαῖρε, πιστοῖς τὰ συμφέροντα νέμων.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Χάριτι παντελείῳ, χαριτώνυμε Κήρυξ, ψυχήν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ῥῦπον ἐξ αὐτῶν, μετανοίας γνώσει ἐξελῶν ἅπαντα, καὶ δείξας σῇ με χάριτι, ἐπάξιον Θεῷ κραυγάζειν·

Ἀλληλούϊα.

Ψώμισόν με Προφῆτα, τῆς ἀφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ὡς κύνα· ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ, σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε· καὶ κόρεσον καρδίαν μου, ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·

Χαῖρε, σφραγὶς Προφητῶν ἁγίων· χαῖρε, κρηπὶς Ἀποστόλων θείων.

Χαῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος· χαῖρε, θεολόγε δογμάτων τοῦ Πνεύματος.

Χαῖρε, ὄμμα καθαρώτατον τὰ ἀθέατα ἰδών· χαῖρε, στόμα ἁγιώτατον τὰ ἀπόρρητα εἰπόν.

Χαῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, φωνή, λύχνε· χαῖρε, πρόκριτε, μάκαρ, μηνυτά, μύστα, φίλε.

Χαῖρε, ὁ φέρων εἰκόνι σου πτέρυγας· χαίρει καὶ Ἄθως ἔχων τὴν χεῖρά σου.

Χαῖρε, κοινὲ πρεσβευτὰ καὶ μεσίτα· χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.

Χαῖρε, Κήρυξ τῆς χάριτος.

Προφῆτα Κυρίου, μεγαλώνυμε κήρυξ, Ἁγίων ὑπερέκεινα πάντων· (ἐκ γ´) τῇ μικρᾷ νῦν πρόσχες ἀπαρχῇ, καὶ τῶν δεινῶν πάσης ταραχῆς ῥῦσαί με, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, Θεῷ βοῶντα·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῷ ὑπὲρ πάντας ἀληθῶς Ἁγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἀνομήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι, Ἰωάννη. Ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαίροις Κήρυξ τῆς χάριτος.

 

Ορθόδοξη πίστη και ζωή στο email σας. Λάβετε πρώτοι όλες τις τελευταίες αναρτήσεις της Κοινωνίας Ορθοδοξίας:
Έχετε εγγραφεί επιτυχώς στο newsletter! Θα λάβετε email επιβεβαίωσης σε λίγα λεπτά. Παρακαλούμε, ακολουθήστε τον σύνδεσμο μέσα του για να επιβεβαιώσετε την εγγραφή. Εάν το email δεν εμφανιστεί στο γραμματοκιβώτιό σας, παρακαλούμε ελέγξτε τον φάκελο του spam.
Έχετε εγγραφεί επιτυχώς στο newsletter!
Λυπούμαστε, υπήρξε ένα σφάλμα. Παρακαλούμε, ελέγξτε το email σας.