Λατρεία και προσευχή

Ο εξάψαλμος
Ο Εξάψαλμος

  

Δόξα εν υψίστοις Θεώ και επί γης ειρήνη, εν ανθρώποις ευδοκία. (Τρις)

Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου. (Δις)

 

Ψαλμός Γ´ (3).

Κύριε, τι επληθύνθησαν οι θλίβοντές με; πολλοί επανίστανται επ’ εμέ.

Πολλοί λέγουσι τη ψυχή μου· Ουκ έστι σωτηρία αυτώ εν τω Θεώ αυτού.

Συ δε, Κύριε, αντιλήπτωρ μου ει, δόξα μου και υψών την κεφαλήν μου.

Φωνή μου προς Κύριον εκέκραξα, και επήκουσέ μου εξ όρους αγίου αυτού.

Εγώ δε εκοιμήθην και ύπνωσα· εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου.

Ου φοβηθήσομαι από μυριάδων λαού, των κύκλω συνεπιτιθεμένων μοι.

Ανάστα, Κύριε, σώσον με, ο Θεός μου, ότι συ επάταξας πάντας τους εχθραίνοντάς μοι ματαίως, οδόντας αμαρτωλών συνέτριψας.

Του Κυρίου η σωτηρία, και επί τον λαόν σου η ευλογία σου.

Και πάλιν·

Εγώ εκοιμήθην και ύπνωσα· εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου.

Ψαλμός ΛΖ´ (37).

Κύριε, μη τω θυμώ σου ελέγξης με, μηδέ τη οργή σου παιδεύσης με.

Ότι τα βέλη σου ενεπάγησάν μοι, και επεστήριξας επ’ εμέ την χείρά σου.

Ουκ έστιν ίασις εν τη σαρκί μου από προσώπου της οργής σου, ουκ έστιν ειρήνη εν τοις οστέοις μου από προσώπου των αμαρτιών μου.

Ότι αι ανομίαι μου υπερήραν την κεφαλήν μου, ωσεί φορτίον βαρύ εβαρύνθησαν επ’ εμέ.

Προσώζεσαν και εσάπησαν οι μώλωπές μου από προσώπου της αφροσύνης μου.

Εταλαιπώρησα και κατεκάμφθην έως τέλους, όλην την ημέραν σκυθρωπάζων επορευόμην.

Ότι αι ψόαι μου επλήσθησαν εμπαιγμάτων, και ουκ έστιν ίασις εν τη σαρκί μου.

Εκακώθην και εταπεινώθην έως σφόδρα, ωρυόμην από στεναγμού της καρδίας μου.

Κύριε, εναντίον σου πάσα η επιθυμία μου, και ο στεναγμός μου από σου ουκ απεκρύβη.

Η καρδία μου εταράχθη, εγκατέλιπέ με η ισχύς μου, και το φως των οφθαλμών μου, και αυτό ουκ έστι μετ’ εμού.

Οι φίλοι μου και οι πλησίον μου εξεναντίας μου ήγγισαν και έστησαν, και οι έγγιστά μου από μακρόθεν έστησαν.

Και εξεβιάζοντο οι ζητούντες την ψυχήν μου, και οι ζητούντες τα κακά μοι ελάλησαν ματαιότητας, και δολιότητας όλην την ημέραν εμελέτησαν.

Εγώ δε ωσεί κωφός ουκ ήκουον, και ωσεί άλαλος ουκ ανοίγων το στόμα αυτού.

Και εγενόμην ωσεί άνθρωπος ουκ ακούων, και ουκ έχων εν τω στόματι αυτού ελεγμούς.

Ότι επί σοι, Κύριε, ήλπισα· συ εισακούση, Κύριε ο Θεός μου.

Ότι είπον· Μήποτε επιχαρώσι μοι οι εχθροί μου, και εν τω σαλευθήναι πόδας μου επ’ εμέ εμεγαλορρημόνησαν.

Ότι εγώ εις μάστιγας έτοιμος, και η αλγηδών μου ενώπιόν μου εστί διαπαντός.

Ότι την ανομίαν μου εγώ αναγγελώ, και μεριμνήσω υπέρ της αμαρτίας μου.

Οι δε εχθροί μου ζώσι και κεκραταίωνται υπέρ εμέ, και επληθύνθησαν οι μισούντες με αδίκως.

Οι ανταποδιδόντες μοι κακά αντί αγαθών ενδιέβαλλόν με, επεί κατεδίωκον αγαθωσύνην.

Μη εγκαταλίπης με, Κύριε· ο Θεός μου, μη αποστής απ’ εμού.

Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.

Και πάλιν·

Μη εγκαταλίπης με, Κύριε· ο Θεός μου, μη αποστής απ’ εμού.

Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.

Ψαλμός ΞΒ´ (62).

Ο Θεός, ο Θεός μου, προς σε ορθρίζω.

Εδίψησέ σε η ψυχή μου, ποσαπλώς σοι η σαρξ μου, εν γη ερήμω και αβάτω και ανύδρω.

Ούτως εν τω αγίω ώφθην σοι, του ιδείν την δύναμίν σου και την δόξαν σου.

Ότι κρείσσον το έλεός σου υπέρ ζωάς, τα χείλη μου επαινέσουσί σε.

Ούτως ευλογήσω σε εν τη ζωή μου, και εν τω ονόματί σου αρώ τας χείρας μου.

Ως εκ στέατος και πιότητος εμπλησθείη η ψυχή μου, και χείλη αγαλλιάσεως αινέσει το στόμα μου.

Ει εμνημόνευόν σου επί της στρωμνής μου, εν τοις όρθροις εμελέτων εις σε.

Ότι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι.

Εκολλήθη η ψυχή μου οπίσω σου, εμού δε αντελάβετο η δεξιά σου.

Αυτοί δε εις μάτην εζήτησαν την ψυχήν μου, εισελεύσονται εις τα κατώτατα της γης, παραδοθήσονται εις χείρας ρομφαίας, μερίδες αλωπέκων έσονται.

Ο δε βασιλεύς ευφρανθήσεται επί τω Θεώ, επαινεθήσεται πας ο ομνύων εν αυτώ, ότι ενεφράγη στόμα λαλούντων άδικα.

Και πάλιν·

Εν τοις όρθροις εμελέτων εις σε, ότι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι.

Εκολλήθη η ψυχή μου οπίσω σου, εμού δε αντελάβετο η δεξιά σου.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Αλληλούϊα, αλληλούϊα, αλληλούϊα· δόξα σοι, ο Θεός. (Τρις)

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Ψαλμός ΠΖ´ (87).

Κύριε ο Θεός της σωτηρίας μου, ημέρας εκέκραξα και εν νυκτί εναντίον σου.

Εισελθέτω ενώπιόν σου η προσευχή μου, κλίνον το ους σου εις την δέησίν μου.

Ότι επλήσθη κακών η ψυχή μου, και η ζωή μου τω άδη ήγγισε.

Προσελογίσθην μετά των καταβαινόντων εις λάκκον, εγενήθην ωσεί άνθρωπος αβοήθητος, εν νεκροίς ελεύθερος.

Ωσεί τραυματίαι καθεύδοντες εν τάφω, ων ουκ εμνήσθης έτι, και αυτοί εκ της χειρός σου απώσθησαν.

Έθεντό με εν λάκκω κατωτάτω, εν σκοτεινοίς και εν σκιά θανάτου.

Επ’ εμέ επεστηρίχθη ο θυμός σου, και πάντας τους μετεωρισμούς σου επήγαγες επ’ εμέ.

Εμάκρυνας τους γνωστούς μου απ’ εμού, έθεντό με βδέλυγμα εαυτοίς.

Παρεδόθην και ουκ εξεπορευόμην, οι οφθαλμοί μου ησθένησαν από πτωχείας.

Εκέκραξα προς σε, Κύριε, όλην την ημέραν, διεπέτασα προς σε τας χείρας μου.

Μη τοις νεκροίς ποιήσεις θαυμάσια; ή ιατροί αναστήσουσι, και εξομολογήσονταί σοι;

Μη διηγήσεταί τις εν τω τάφω το έλεός σου, και την αλήθειάν σου εν τη απωλεία;

Μη γνωσθήσεται εν τω σκότει τα θαυμάσιά σου, και η δικαιοσύνη σου εν γη επιλελησμένη;

Καγώ προς σε, Κύριε, εκέκραξα, και το πρωί η προσευχή μου προφθάσει σε.

Ίνα τι, Κύριε, απωθή την ψυχήν μου, αποστρέφεις το πρόσωπόν σου απ’ εμού;

Πτωχός ειμι εγώ και εν κόποις εκ νεότητός μου, υψωθείς δε εταπεινώθην και εξηπορήθην.

Επ’ εμέ διήλθον αι οργαί σου, οι φοβερισμοί σου εξετάραξάν με.

Εκύκλωσάν με ωσεί ύδωρ, όλην την ημέραν περιέσχον με άμα.

Εμάκρυνας απ’ εμού φίλον και πλησίον, και τους γνωστούς μου από ταλαιπωρίας.

Και πάλιν·

Κύριε ο Θεός της σωτηρίας μου, ημέρας εκέκραξα και εν νυκτί εναντίον σου.

Εισελθέτω ενώπιόν σου η προσευχή μου, κλίνον το ους σου εις την δέησίν μου.

Ψαλμός ΡΒ´ (102).

Ευλόγει, η ψυχή μου, τον Κύριον, και, πάντα τα εντός μου, το όνομα το άγιον αυτού.

Ευλόγει, η ψυχή μου, τον Κύριον, και μη επιλανθάνου πάσας τας ανταποδόσεις αυτού.

Τον ευϊλατεύοντα πάσας τας ανομίας σου, τον ιώμενον πάσας τας νόσους σου.

Τον λυτρούμενον εκ φθοράς την ζωήν σου, τον στεφανούντα σε εν ελέει και οικτιρμοίς.

Τον εμπιπλώντα εν αγαθοίς την επιθυμίαν σου, ανακαινισθήσεται ως αετού η νεότης σου.

Ποιών ελεημοσύνας ο Κύριος, και κρίμα πάσι τοις αδικουμένοις.

Εγνώρισε τας οδούς αυτού τω Μωυσή, τοις υιοίς Ισραήλ τα θελήματα αυτού.

Οικτίρμων και ελεήμων ο Κύριος, μακρόθυμος και πολυέλεος· ουκ εις τέλος οργισθήσεται, ουδέ εις τον αιώνα μηνιεί.

Ου κατά τας ανομίας ημών εποίησεν ημίν, ουδέ κατά τας αμαρτίας ημών ανταπέδωκεν ημίν.

Ότι κατά το ύψος του ουρανού από της γης, εκραταίωσε Κύριος το έλεος αυτού επί τους φοβουμένους αυτόν.

Καθόσον απέχουσιν ανατολαί από δυσμών, εμάκρυνεν αφ’ ημών τας ανομίας ημών.

Καθώς οικτείρει πατήρ υιούς, ωκτείρησε Κύριος τους φοβουμένους αυτόν, ότι αυτός έγνω το πλάσμα ημών, εμνήσθη ότι χούς εσμεν.

Άνθρωπος, ωσεί χόρτος αι ημέραι αυτού, ωσεί άνθος του αγρού, ούτως εξανθήσει.

Ότι πνεύμα διήλθεν εν αυτώ, και ουχ υπάρξει, και ουκ επιγνώσεται έτι τον τόπον αυτού.

Το δε έλεος του Κυρίου από του αιώνος και έως του αιώνος επί τους φοβουμένους αυτόν.

Και η δικαιοσύνη αυτού επί υιοίς υιών, τοις φυλάσσουσι την διαθήκην αυτού, και μεμνημένοις των εντολών αυτού του ποιήσαι αυτάς.

Κύριος εν τω ουρανώ ητοίμασε τον θρόνον αυτού, και η βασιλεία αυτού πάντων δεσπόζει.

Ευλογείτε τον Κύριον, πάντες οι άγγελοι αυτού, δυνατοί ισχύϊ, ποιούντες τον λόγον αυτού, του ακούσαι της φωνής των λόγων αυτού.

Ευλογείτε τον Κύριον, πάσαι αι δυνάμεις αυτού, λειτουργοί αυτού, οι ποιούντες το θέλημα αυτού.

Ευλογείτε τον Κύριον, πάντα τα έργα αυτού, εν παντί τόπω της δεσποτείας αυτού· ευλόγει, η ψυχή μου, τον Κύριον.

Και πάλιν·

Εν παντί τόπω της δεσποτείας αυτού, ευλόγει, η ψυχή μου, τον Κύριον.

Ψαλμός ΡΜΒ´ (142).

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.

Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου.

Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.

Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρός σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου.

Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.

Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.

Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου.

Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και πάλιν·

Εισάκουσόν μου, Κύριε, εν τη δικαιοσύνη σου, και μη εισέλθης εις κρίσιν μετά του δούλου σου. (Δις)

Είτα·

Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Αλληλούϊα, αλληλούϊα, αλληλούϊα· δόξα σοι, ο Θεός. (Τρις)

Η ελπίς ημών, Κύριε, δόξα σοι.

* * *

 

Ὁ Ἑξάψαλμος

 

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (Τρίς)

Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (Δίς)

 

Ψαλμὸς Γ´ (3).

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ.

Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Καὶ πάλιν·

Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

Ψαλμὸς ΛΖ´ (37).

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.

Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.

Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.

Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.

Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.

Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου.

Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλορρημόνησαν.

Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.

Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.

Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.

Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Καὶ πάλιν·

Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.

Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Ψαλμὸς ΞΒ´ (62).

Ὁ Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.

Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.

Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς, τὰ χείλη μου ἐπαινέσουσί σε.

Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.

Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.

Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.

Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.

Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.

Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Καὶ πάλιν·

Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ, ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.

Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. (Τρίς)

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς ΠΖ´ (87).

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε.

Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.

Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.

Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.

Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς.

Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην, οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.

Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;

Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;

Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε.

Ἵνα τί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;

Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.

Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.

Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.

Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Καὶ πάλιν·

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ψαλμὸς ΡΒ´ (102).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.

Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.

Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.

Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.

Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν·

Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ψαλμὸς ΡΜΒ´ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ πάλιν·

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (Δίς)

Εἶτα·

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. (Τρίς)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

* * *

 

 

Ο εξάψαλμος

Ορθόδοξη πίστη και ζωή στο email σας. Λάβετε πρώτοι όλες τις τελευταίες αναρτήσεις της Κοινωνίας Ορθοδοξίας:
Έχετε εγγραφεί επιτυχώς στο newsletter! Θα λάβετε email επιβεβαίωσης σε λίγα λεπτά. Παρακαλούμε, ακολουθήστε τον σύνδεσμο μέσα του για να επιβεβαιώσετε την εγγραφή. Εάν το email δεν εμφανιστεί στο γραμματοκιβώτιό σας, παρακαλούμε ελέγξτε τον φάκελο του spam.
Έχετε εγγραφεί επιτυχώς στο newsletter!
Λυπούμαστε, υπήρξε ένα σφάλμα. Παρακαλούμε, ελέγξτε το email σας.