Λατρεία και προσευχή

Μικρό απόδειπνο

 

ΑΠΟΔΕΙΠΝΟΝ ΜΙΚΡΟΝ

 

Ποιούντες στίχον, λέγομεν·

Δόξα σοι, ο Θεός ημών, δόξα σοι.

Βασιλεύ ουράνιε. Τρισάγιον. Παναγία Τριας. Πάτερ ημών. Κύριε, ελέησον ιβ´. Δόξα, και νυν.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ.

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.

Μετανοίας γκαι τους ψαλμούς.

Ψαλμός Ν(50).

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί διαπαντός.

Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε.

Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.

Ραντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι.

Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.

Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού.

Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.

Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

Ρύσαι με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.

Ότι ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις.

Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.

Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.

Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.

Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ψαλμός ΞΘ(69)

Ο Θεός, εις την βοήθειάν μου πρόσχες· Κύριε, εις το βοηθήσαι μοι σπεύσον.

Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου.

Αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά.

Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι· Εύγε, εύγε.

Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντές σε, ο Θεός, και λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν σου.

Εγώ δε πτωχός ειμι και πένης· ο Θεός, βοήθησόν μοι.

Βοηθός μου και ρύστης μου ει συ, Κύριε· μη χρονίσης.

Ψαλμός ΡΜΒ(142).

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.

Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου.

Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.

Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρός σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου.

Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.

Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.

Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου.

Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Δοξολογία.

Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία.

Υμνούμεν σε, ευλογούμεν σε, προσκυνούμεν σε, δοξολογούμεν σε, ευχαριστούμεν σοι, δια την μεγάλην σου δόξαν.

Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και Άγιον Πνεύμα.

Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς, ο αίρων τας αμαρτίας του κόσμου.

Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εν δεξιά του Πατρός, και ελέησον ημάς.

Ότι συ ει μόνος άγιος, συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

Καθ’ εκάστην εσπέραν ευλογήσω σε, και αινέσω το όνομά σου εις τον αιώνα, και εις τον αιώνα του αιώνος.

Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά και γενεά. Εγώ είπα· Κύριε, ελέησόν με· ίασαι την ψυχήν μου, ότι ήμαρτόν σοι.

Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Ότι παρά σοι πηγή ζωής· εν τω φωτί σου οψόμεθα φως.

Παράτεινον το έλεός σου τοις γινώσκουσί σε.

Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.

Ευλογητός ει, Κύριε, ο Θεός των πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά σου, εις τους αιώνας. Αμήν.

Γένοιτο, Κύριε, το έλεός σου εφ’ ημάς, καθάπερ ηλπίσαμεν επί σε.

Ευλογητός ει, Κύριε· δίδαξόν με τα δικαιώματά σου.

Ευλογητός ει, Δέσποτα· συνέτισόν με τα δικαιώματά σου.

Ευλογητός ει, Άγιε· φώτισόν με τοις δικαιώμασί σου.

Κύριε, το έλεός σου εις τον αιώνα· τα έργα των χειρών σου μη παρίδης.

Σοι πρέπει αίνος, σοι πρέπει ύμνος, σοι δόξα πρέπει, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Είτα λέγομεν το·

Πιστεύω εις ένα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.

Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων· φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού, γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι’ ου τα πάντα εγένετο.

Τον δι’ ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα.

Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα.

Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς.

Και ανελθόντα εις τους ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός.

Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος.

Και εις το Πνεύμα το Άγιον, το κύριον, το ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν δια των προφητών.

Εις μίαν, αγίαν, καθολικήν και αποστολικήν Εκκλησίαν.

Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών.

Προσδοκώ ανάστασιν νεκρών.

Και ζωήν του μέλλοντος αιώνος. Αμήν.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν, ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Τρισάγιον. Παναγία Τριας. Πάτερ ημών. Ότι σου εστιν. Είτα το κοντάκιον της εορτής ή του αγίου της ημέρας, ή τα παρόντα τροπάρια.

Ήχος δ´.

Ο Θεός των πατέρων ημών, ο ποιών αεί μεθ’ ημών, κατά την σην επιείκειαν, μη αποστήσης το έλεός σου αφ’ ημών, αλλά ταις αυτών ικεσίαις, εν ειρήνη κυβέρνησον την ζωήν ημών.

Των εν όλω τω κόσμω μαρτύρων σου, ως πορφύραν και βύσσον τα αίματα, η Εκκλησία σου στολισαμένη, δι’ αυτών βοά σοι, Χριστέ ο Θεός· Τω λαώ σου τους οικτιρμούς σου κατάπεμψον, ειρήνην τη πολιτεία σου δώρησαι, και ταις ψυχαίς ημών το μέγα έλεος.

Δόξα. Ήχος πλ. δ´.

Μετά των αγίων ανάπαυσον, Χριστέ, τας ψυχάς των δούλων σου, ένθα ουκ έστι πόνος, ου λύπη, ου στεναγμός, αλλά ζωή ατελεύτητος.

Και νυν. Ήχος α´.

Τη πρεσβεία, Κύριε, πάντων των αγίων, και της Θεοτόκου, την σην ειρήνην δος ημίν, και ελέησον ημάς, ως μόνος οικτίρμων.

Το Κύριε, ελέησον μ´, και την ευχήν ταύτην.

Ο εν παντί καιρώ και πάση ώρα εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυεύσπλαγχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν δια της επαγγελίας των μελλόντων αγαθών· αυτός, Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις και ίθυνον την ζωήν ημών προς τας εντολάς σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον, τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις σου αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης· ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.

Κύριε, ελέησον γ´. Δόξα, και νυν. Την τιμιωτέραν. Εν ονόματι Κυρίου ευλόγησον, πάτερ. Ο ιερεύς· Ο Θεός οικτειρήσαι ημάς· ει δε μη υπάρχει ιερεύς· Δι’ ευχών των αγίων πατέρων ημών. Είτα τας επομένας ευχάς.

Ευχή εις την υπεραγίαν Θεοτόκον.

Παύλου μοναχού, Μονής της Ευεργέτιδος.

Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, θεόνυμφε Δέσποινα· η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω σου κυήσει ενώσασα και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα· η των απηλπισμένων μόνη ελπίς και των πολεμουμένων βοήθεια· η ετοίμη αντίληψις των εις σε προστρεχόντων και πάντων των Χριστιανών το καταφύγιον· μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τον αισχροίς λογισμοίς και λόγοις και πράξεσιν όλον εμαυτόν αχρειώσαντα και των ηδονών του βίου, ραθυμία γνώμης, δούλον γενόμενον· αλλ’ ως του φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι επ’ εμοί τω αμαρτωλώ και ασώτω και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην σοι δέησιν· και τον σον Υιόν και ημών Δεσπότην και Κύριον, τη μητρική σου παρρησία χρωμένη, δυσώπησον, ίνα ανοίξη καμοί τα φιλάνθρωπα σπλάγχνα της αυτού αγαθότητος· και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν και των αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων και συμπαθής και φιλάγαθος, εν μεν τω παρόντι βίω θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα και προς σωτηρίαν καθοδηγούσα με· και εν τω καιρώ της εξόδου μου την αθλίαν μου ψυχήν περιέπουσα και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα· εν δε τη φοβερά ημέρα της κρίσεως της αιωνίου με ρυομένη κολάσεως και της απορρήτου δόξης του σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινά μου, υπεραγία Θεοτόκε, δια της σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του μονογενούς σου Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού· ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω αυτού Πατρί και τω παναγίω και αγαθώ και ζωοποιώ αυτού Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Ετέρα εις τον Κύριον ημών Ιησούν Χριστόν.

Αντιόχου μοναχού του Πανδέκτου.

Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν ανάπαυσιν σώματος και ψυχής· και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού τα καθ’ ημών δολίως κινούμενα· τας της σαρκός ημών επαναστάσεις κατάστειλον και παν γεώδες και υλικόν ημών φρόνημα κοίμισον. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής εστηριγμένους εν ταις εντολαίς σου και την μνήμην των σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την σην δοξολογίαν χάρισαι εις το υμνείν και ευλογείν και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομά σου, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι ίνα σώση δια σου τας ψυχάς ημών.

Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Άγιον. Τριας Αγία, δόξα σοι.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι· Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Επί σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, αγγέλων το σύστημα, και ανθρώπων το γένος, ηγιασμένε ναέ, και παράδεισε λογικέ, παρθενικόν καύχημα, εξ ης Θεός εσαρκώθη, και παιδίον γέγονεν, ο προ αιώνων υπάρχων Θεός ημών· την γαρ σην μήτραν, θρόνον εποίησε, και την σην γαστέρα, πλατυτέραν ουρανών απειργάσατο. Επί σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις· δόξα σοι.

Ευχή εις τον Άγγελον φύλακα της του ανθρώπου ζωής.

Άγιε άγγελε, ο εφεστώς της αθλίας μου ψυχής και ταλαιπώρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ’ εμού δια την ακρασίαν μου· μη δώης χώραν τω πονηρώ δαίμονι κατακυριεύσαι μου τη καταδυναστεία του θνητού τούτου σώματος· κράτησον της αθλίας και παρειμένης χειρός μου και οδήγησόν με εις οδόν σωτηρίας. Ναι, άγιε άγγελε του Θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τας ημέρας της ζωής μου, και εί τι ήμαρτον την σήμερον ημέραν· σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επηρείας του αντικειμένου, ίνα μη έν τινι αμαρτήματι παροργίσω τον Θεόν· και πρέσβευε υπέρ εμού προς τον Κύριον του επιστηρίξαι με εν τω φόβω αυτού και άξιον αναδείξαι με δούλον της αυτού αγαθότητος. Αμήν.

Ήχος πλ. δ´.

Τη υπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω σοι η πόλις σου, Θεοτόκε. Αλλ’ ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον, ίνα κράζω σοι· Χαίρε, Νύμφη ανύμφευτε.

Ήχος πλ. α´.

Θεοτόκε Παρθένε, χαίρε, κεχαριτωμένη Μαρία, ο Κύριος μετά σου. Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου, ότι σωτήρα έτεκες, των ψυχών ημών. (Εκ γ´.)

Δόξα, και νυν. Κύριε, ελέησον γ´.

Ο δε ιερεύς την απόλυσιν, μεθ’ ην λέγει, αποκρινομένων ημών το Κύριε, ελέησον συνεχώς·

Ευξώμεθα υπέρ ειρήνης του κόσμου.

Υπέρ των ευσεβών και ορθοδόξων Χριστιανών.

Υπέρ του αρχιεπισκόπου ημών (δείνος) [εν ταις ιεραίς μοναίς προσέτι· του πατρός ημών (δείνος) ιερομονάχου] και πάσης της εν Χριστώ ημών αδελφότητος.

Υπέρ του ευσεβούς ημών έθνους, πάσης αρχής και εξουσίας εν αυτώ.

Υπέρ ευοδώσεως και ενισχύσεως του φιλοχρίστου στρατού.

Υπέρ των απολειφθέντων πατέρων και αδελφών ημών.

Υπέρ των διακονούντων και διακονησάντων ημίν.

Υπέρ των μισούντων και των αγαπώντων ημάς.

Υπέρ των εντειλαμένων ημίν τοις αναξίοις εύχεσθαι υπέρ αυτών.

Υπέρ αναρρύσεως των αιχμαλώτων.

Υπέρ των εν θαλάσση καλώς πλεόντων.

Υπέρ των εν ασθενείαις κατακειμένων.

Ευξώμεθα και υπέρ ευφορίας των καρπών της γης.

Και υπέρ πάντων των προαναπαυσαμένων πατέρων και αδελφών ημών, των ενθάδε κειμένων και απανταχού ορθοδόξων.

Είπωμεν και υπέρ εαυτών το Κύριε, ελέησον γ´.

Δι’ ευχών των αγίων πατέρων ημών.

==============================

ΑΠΟΔΕΙΠΝΟΝ ΜΙΚΡΟΝ

 

Ποιοντες στίχον, λέγομεν·

Δόξα σοι, Θες μν, δόξα σοι.

Βασιλε οράνιε. Τρισάγιον. Παναγία Τριάς. Πάτερ μν. Κύριε, λέησον ιβ. Δόξα, κα νν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Μετανοίας γ κα τος ψαλμούς.

Ψαλμς Ν (50).

λέησόν με, Θεός, κατ τ μέγα λεός σου, κα κατ τ πλθος τν οκτιρμν σου ξάλειψον τ νόμημά μου.

π πλεον πλνόν με π τς νομίας μου, κα π τς μαρτίας μου καθάρισόν με.

τι τν νομίαν μου γ γινώσκω, κα μαρτία μου νώπιόν μού στι διαπαντός.

Σο μόν μαρτον, κα τ πονηρν νώπιόν σου ποίησα, πως ν δικαιωθς ν τος λόγοις σου, κα νικήσς ν τ κρίνεσθαί σε.

δο γρ ν νομίαις συνελήφθην, κα ν μαρτίαις κίσσησέ με μήτηρ μου.

δο γρ λήθειαν γάπησας, τ δηλα κα τ κρύφια τς σοφίας σου δήλωσάς μοι.

αντιες με σσώπ, κα καθαρισθήσομαι· πλυνες με, κα πρ χιόνα λευκανθήσομαι.

κουτιες μοι γαλλίασιν κα εφροσύνην, γαλλιάσονται στέα τεταπεινωμένα.

πόστρεψον τ πρόσωπόν σου π τν μαρτιν μου, κα πάσας τς νομίας μου ξάλειψον.

Καρδίαν καθαρν κτίσον ν μοί, Θεός, κα πνεμα εθς γκαίνισον ν τος γκάτοις μου.

Μ πορρίψς με π το προσώπου σου, κα τ πνεμά σου τ γιον μ ντανέλς π᾿ μο.

πόδος μοι τν γαλλίασιν το σωτηρίου σου, κα πνεύματι γεμονικ στήριξόν με.

Διδάξω νόμους τς δούς σου, κα σεβες π σ πιστρέψουσι.

Ῥῦσαί με ξ αμάτων, Θεός, Θες τς σωτηρίας μου, γαλλιάσεται γλσσά μου τν δικαιοσύνην σου.

Κύριε, τ χείλη μου νοίξεις, κα τ στόμα μου ναγγελε τν ανεσίν σου.

τι ε θέλησας θυσίαν, δωκα ν· λοκαυτώματα οκ εδοκήσεις.

Θυσία τ Θε πνεμα συντετριμμένον, καρδίαν συντετριμμένην κα τεταπεινωμένην Θες οκ ξουδενώσει.

γάθυνον, Κύριε, ν τ εδοκίᾳ σου τν Σιών, κα οκοδομηθήτω τ τείχη ερουσαλήμ.

Τότε εδοκήσεις θυσίαν δικαιοσύνης, ναφορν κα λοκαυτώματα.

Τότε νοίσουσιν π τ θυσιαστήριόν σου μόσχους.

Ψαλμς ΞΘ (69)

Θεός, ες τν βοήθειάν μου πρόσχες· Κύριε, ες τ βοηθσαί μοι σπεσον.

Ασχυνθήτωσαν κα ντραπήτωσαν ο ζητοντες τν ψυχήν μου.

ποστραφήτωσαν ες τ πίσω κα καταισχυνθήτωσαν ο βουλόμενοί μοι κακά.

ποστραφήτωσαν παραυτίκα ασχυνόμενοι ο λέγοντές μοι· Εγε, εγε.

γαλλιάσθωσαν κα εφρανθήτωσαν π σο πάντες ο ζητοντές σε, Θεός, κα λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω Κύριος, ο γαπντες τ σωτήριόν σου.

γ δ πτωχός εμι κα πένης· Θεός, βοήθησόν μοι.

Βοηθός μου κα ῥύστης μου ε σύ, Κύριε· μ χρονίσς.

Ψαλμς ΡΜΒ (142).

Κύριε, εσάκουσον τς προσευχς μου, νώτισαι τν δέησίν μου ν τ ληθείᾳ σου, εσάκουσόν μου ν τ δικαιοσύν σου.

Κα μ εσέλθς ες κρίσιν μετ το δούλου σου, τι ο δικαιωθήσεται νώπιόν σου πς ζν.

τι κατεδίωξεν χθρς τν ψυχήν μου, ταπείνωσεν ες γν τν ζωήν μου.

κάθισέ με ν σκοτεινος ς νεκρος αἰῶνος, κα κηδίασεν π᾿ μ τ πνεμά μου, ν μο ταράχθη καρδία μου.

μνήσθην μερν ρχαίων, μελέτησα ν πσι τος ργοις σου, ν ποιήμασι τν χειρν σου μελέτων.

Διεπέτασα πρς σ τς χεράς μου, ψυχή μου ς γ νυδρός σοι.

Ταχ εσάκουσόν μου, Κύριε, ξέλιπε τ πνεμά μου.

Μ ποστρέψς τ πρόσωπόν σου π᾿ μο, κα μοιωθήσομαι τος καταβαίνουσιν ες λάκκον.

κουστν ποίησόν μοι τ πρω τ λεός σου, τι π σο λπισα.

Γνώρισόν μοι, Κύριε, δν ν πορεύσομαι, τι πρς σ ρα τν ψυχήν μου.

ξελο με κ τν χθρν μου, Κύριε, πρς σ κατέφυγον· δίδαξόν με το ποιεν τ θέλημά σου, τι σ ε Θεός μου.

Τ πνεμά σου τ γαθν δηγήσει με ν γ εθείᾳ· νεκεν το νόματός σου, Κύριε, ζήσεις με.

ν τ δικαιοσύν σου ξάξεις κ θλίψεως τν ψυχήν μου, κα ν τ λέει σου ξολοθρεύσεις τος χθρούς μου.

Κα πολες πάντας τος θλίβοντας τν ψυχήν μου, τι γ δολός σού εμι.

Δοξολογία.

Δόξα ν ψίστοις Θε, κα π γς ερήνη, ν νθρώποις εδοκία.

μνομέν σε, ελογομέν σε, προσκυνομέν σε, δοξολογομέν σε, εχαριστομέν σοι, δι τν μεγάλην σου δόξαν.

Κύριε βασιλε, πουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, ησο Χριστέ, κα γιον Πνεμα.

Κύριε Θεός, μνς το Θεο, Υἱὸς το Πατρός, αρων τν μαρτίαν το κόσμου, λέησον μς, αρων τς μαρτίας το κόσμου.

Πρόσδεξαι τν δέησιν μν, καθήμενος ν δεξι το Πατρός, κα λέησον μς.

τι σ ε μόνος γιος, σ ε μόνος Κύριος, ησος Χριστός, ες δόξαν Θεο Πατρός. μήν.

Καθ᾿ κάστην σπέραν ελογήσω σε, κα ανέσω τ νομά σου ες τν αἰῶνα, κα ες τν αἰῶνα το αἰῶνος.

Κύριε, καταφυγ γενήθης μν, ν γενε κα γενε. γ επα· Κύριε, λέησόν με· ασαι τν ψυχήν μου, τι μαρτόν σοι.

Κύριε, πρς σ κατέφυγον· δίδαξόν με το ποιεν τ θέλημά σου, τι σ ε Θεός μου.

τι παρ σο πηγ ζως· ν τ φωτί σου ψόμεθα φς.

Παράτεινον τ λεός σου τος γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ν τ νυκτ ταύτ, ναμαρτήτους φυλαχθναι μς.

Ελογητς ε, Κύριε, Θες τν πατέρων μν, κα ανετν κα δεδοξασμένον τ νομά σου, ες τος αἰῶνας. μήν.

Γένοιτο, Κύριε, τ λεός σου φ᾿ μς, καθάπερ λπίσαμεν π σέ.

Ελογητς ε, Κύριε· δίδαξόν με τ δικαιώματά σου.

Ελογητς ε, Δέσποτα· συνέτισόν με τ δικαιώματά σου.

Ελογητς ε, γιε· φώτισόν με τος δικαιώμασί σου.

Κύριε, τ λεός σου ες τν αἰῶνα· τ ργα τν χειρν σου μ παρίδς.

Σο πρέπει ανος, σο πρέπει μνος, σο δόξα πρέπει, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεύματι, νν κα εί, κα ες τος αἰῶνας τν αἰώνων. μήν.

Ετα λέγομεν τό·

Πιστεύω ες να Θεόν, Πατέρα, παντοκράτορα, ποιητν ορανο κα γς, ρατν τε πάντων κα οράτων.

Κα ες να Κύριον ησον Χριστόν, τν Υἱὸν το Θεο τν μονογεν, τν κ το Πατρς γεννηθέντα πρ πάντων τν αἰώνων· φς κ φωτός, Θεν ληθινν κ Θεο ληθινο, γεννηθέντα, ο ποιηθέντα, μοούσιον τ Πατρί, δι᾿ ο τ πάντα γένετο.

Τν δι᾿ μς τος νθρώπους κα δι τν μετέραν σωτηρίαν κατελθόντα κ τν ορανν κα σαρκωθέντα κ Πνεύματος γίου κα Μαρίας τς Παρθένου κα νανθρωπήσαντα.

Σταυρωθέντα τε πρ μν π Ποντίου Πιλάτου κα παθόντα κα ταφέντα.

Κα ναστάντα τ τρίτ μέρ κατ τς Γραφάς.

Κα νελθόντα ες τος ορανος κα καθεζόμενον κ δεξιν το Πατρός.

Κα πάλιν ρχόμενον μετ δόξης κρναι ζντας κα νεκρούς, ο τς βασιλείας οκ σται τέλος.

Κα ες τ Πνεμα τ γιον, τ κύριον, τ ζωοποιόν, τ κ το Πατρς κπορευόμενον, τ σν Πατρ κα Υἱῷ συμπροσκυνούμενον κα συνδοξαζόμενον, τ λαλσαν δι τν προφητν.

Ες μίαν, γίαν, καθολικν κα ποστολικν κκλησίαν.

μολογ ν βάπτισμα ες φεσιν μαρτιν.

Προσδοκ νάστασιν νεκρν.

Κα ζων το μέλλοντος αἰῶνος. μήν.

ξιόν στιν ς ληθς, μακαρίζειν σε τν Θεοτόκον, τν ειμακάριστον κα παναμώμητον, κα μητέρα το Θεο μν. Τν τιμιωτέραν τν Χερουβίμ, κα νδοξοτέραν, συγκρίτως τν Σεραφίμ, τν διαφθόρως, Θεν Λόγον τεκοσαν, τν ντως Θεοτόκον, σ μεγαλύνομεν.

Τρισάγιον. Παναγία Τριάς. Πάτερ μν. τι σο στιν. Ετα τ κοντάκιον τς ορτς το γίου τς μέρας, τ παρόντα τροπάρια.

χος δ.

Θες τν πατέρων μν, ποιν ε μεθ᾿ μν, κατ τν σν πιείκειαν, μ ποστήσς τ λεός σου φ᾿ μν, λλ τας ατν κεσίαις, ν ερήν κυβέρνησον τν ζων μν.

Τν ν λ τ κόσμ μαρτύρων σου, ς πορφύραν κα βύσσον τ αματα, κκλησία σου στολισαμένη, δι᾿ ατν βο σοι, Χριστ Θεός· Τ λα σου τος οκτιρμούς σου κατάπεμψον, ερήνην τ πολιτείᾳ σου δώρησαι, κα τας ψυχας μν τ μέγα λεος.

Δόξα. χος πλ. δ.

Μετ τν γίων νάπαυσον, Χριστέ, τς ψυχς τν δούλων σου, νθα οκ στι πόνος, ο λύπη, ο στεναγμός, λλ ζω τελεύτητος.

Κα νν. χος α.

Τ πρεσβείᾳ, Κύριε, πάντων τν γίων, κα τς Θεοτόκου, τν σν ερήνην δς μν, κα λέησον μς, ς μόνος οκτίρμων.

Τ Κύριε, λέησον μ, κα τν εχν ταύτην.

ν παντ καιρ κα πάσ ρ ν οραν κα π γς προσκυνούμενος κα δοξαζόμενος Χριστς Θεός, μακρόθυμος, πολυέλεος, πολυεύσπλαγχνος, τος δικαίους γαπν κα τος μαρτωλος λεν, πάντας καλν πρς σωτηρίαν δι τς παγγελίας τν μελλόντων γαθν· ατός, Κύριε, πρόσδεξαι κα μν ν τ ρ ταύτ τς ντεύξεις κα θυνον τν ζων μν πρς τς ντολάς σου. Τς ψυχς μν γίασον, τ σώματα γνισον, τος λογισμος διόρθωσον, τς ννοίας κάθαρον κα ῥῦσαι μς π πάσης θλίψεως, κακν κα δύνης. Τείχισον μς γίοις σου γγέλοις, να τ παρεμβολ ατν φρουρούμενοι κα δηγούμενοι καταντήσωμεν ες τν νότητα τς πίστεως κα ες τν πίγνωσιν τς προσίτου σου δόξης· τι ελογητς ε ες τος αἰῶνας τν αἰώνων. μήν.

Κύριε, λέησον γ. Δόξα, κα νν. Τν τιμιωτέραν. ν νόματι Κυρίου ελόγησον, πάτερ. ερεύς· Θες οκτειρήσαι μς· ε δ μ πάρχει ερεύς· Δι᾿ εχν τν γίων πατέρων μν. Ετα τς πομένας εχάς.

Εχ ες τν περαγίαν Θεοτόκον.

Παύλου μοναχο, Μονς τς Εεργέτιδος.

σπιλε, μόλυντε, φθορε, χραντε, γν Παρθένε, θεόνυμφε Δέσποινα· Θεν Λόγον τος νθρώποις τ παραδόξ σου κυήσει νώσασα κα τν πωσθεσαν φύσιν το γένους μν τος ορανίοις συνάψασα· τν πηλπισμένων μόνη λπς κα τν πολεμουμένων βοήθεια· τοίμη ντίληψις τν ες σ προστρεχόντων κα πάντων τν Χριστιανν τ καταφύγιον· μ βδελύξ με τν μαρτωλόν, τν ναγ, τν ασχρος λογισμος κα λόγοις κα πράξεσιν λον μαυτν χρειώσαντα κα τν δονν το βίου, ῥᾳθυμίᾳ γνώμης, δολον γενόμενον· λλ᾿ ς το φιλανθρώπου Θεο Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι π᾿ μο τ μαρτωλ κα σώτ κα δέξαι μου τν κ υπαρν χειλέων προσφερομένην σοι δέησιν· κα τν σν Υἱὸν κα μν Δεσπότην κα Κύριον, τ μητρικ σου παρρησίᾳ χρωμένη, δυσώπησον, να νοίξ κμο τ φιλάνθρωπα σπλάγχνα τς ατο γαθότητος· καί, παριδών μου τ ναρίθμητα πταίσματα, πιστρέψ με πρς μετάνοιαν κα τν ατο ντολν ργάτην δόκιμον ναδείξ με. Κα πάρεσό μοι ε ς λεήμων κα συμπαθς κα φιλάγαθος, ν μν τ παρόντι βίῳ θερμ προστάτις κα βοηθός, τς τν ναντίων φόδους ποτειχίζουσα κα πρς σωτηρίαν καθοδηγοσά με· κα ν τ καιρ τς ξόδου μου τν θλίαν μου ψυχν περιέπουσα κα τς σκοτεινς ψεις τν πονηρν δαιμόνων πόρρω ατς πελαύνουσα· ν δ τ φοβερ μέρ τς κρίσεως τς αωνίου με υομένη κολάσεως κα τς πορρήτου δόξης το σο Υο κα Θεο μν κληρονόμον με ποδεικνύουσα. ς κα τύχοιμι, Δέσποινά μου, περαγία Θεοτόκε, δι τς σς μεσιτείας κα ντιλήψεως, χάριτι κα φιλανθρωπίᾳ το μονογενος σου Υο, το Κυρίου κα Θεο κα Σωτρος μν ησο Χριστο· πρέπει πσα δόξα, τιμ κα προσκύνησις, σν τ νάρχ ατο Πατρ κα τ παναγίῳ κα γαθ κα ζωοποι ατο Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μήν.

τέρα ες τν Κύριον μν ησον Χριστόν.

ντιόχου μοναχο το Πανδέκτου.

Κα δς μν, Δέσποτα, πρς πνον πιοσιν νάπαυσιν σώματος κα ψυχς· κα διαφύλαξον μς π το ζοφερο πνου τς μαρτίας κα π πάσης σκοτεινς κα νυκτερινς δυπαθείας. Πασον τς ρμς τν παθν, σβέσον τ πεπυρωμένα βέλη το πονηρο τ καθ᾿ μν δολίως κινούμενα· τς τς σαρκς μν παναστάσεις κατάστειλον κα πν γεδες κα λικν μν φρόνημα κοίμισον. Κα δώρησαι μν, Θεός, γρήγορον νον, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, πνον λαφρν κα πάσης σατανικς φαντασίας πηλλαγμένον. Διανάστησον δ μς ν τ καιρ τς προσευχς στηριγμένους ν τας ντολας σου κα τν μνήμην τν σν κριμάτων ν αυτος παράθραυστον χοντας. Παννύχιον μν τν σν δοξολογίαν χάρισαι ες τ μνεν κα ελογεν κα δοξάζειν τ πάντιμον κα μεγαλοπρεπς νομά σου, το Πατρς κα το Υο κα το γίου Πνεύματος, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μήν.

περένδοξε, ειπάρθενε, ελογημένη Θεοτόκε, προσάγαγε τν μετέραν προσευχν τ Υἱῷ σου κα Θε μν, κα ατησαι να σώσ δι σο τς ψυχς μν.

λπίς μου Πατήρ, καταφυγή μου Υἱός, σκέπη μου τ Πνεμα τ γιον. Τρις γία, δόξα σοι.

Τν πσαν λπίδα μου ες σ νατίθημι· Μτερ το Θεο, φύλαξόν με π τν σκέπην σου.

π σο χαίρει, Κεχαριτωμένη, πσα κτίσις, γγέλων τ σύστημα, κα νθρώπων τ γένος, γιασμένε ναέ, κα παράδεισε λογικέ, παρθενικν καύχημα, ξ ς Θες σαρκώθη, κα παιδίον γέγονεν, πρ αἰώνων πάρχων Θες μν· τν γρ σν μήτραν, θρόνον ποίησε, κα τν σν γαστέρα, πλατυτέραν ορανν πειργάσατο. π σο χαίρει, Κεχαριτωμένη, πσα κτίσις· δόξα σοι.

Εχ ες τν γγελον φύλακα τς το νθρώπου ζως.

γιε γγελε, φεστς τς θλίας μου ψυχς κα ταλαιπώρου μου ζως, μ γκαταλίπς με τν μαρτωλόν, μηδ ποστς π᾿ μο δι τν κρασίαν μου· μ δης χώραν τ πονηρ δαίμονι κατακυριεσαί μου τ καταδυναστείᾳ το θνητο τούτου σώματος· κράτησον τς θλίας κα παρειμένης χειρός μου κα δήγησόν με ες δν σωτηρίας. Ναί, γιε γγελε το Θεο, φύλαξ κα σκεπαστς τς θλίας μου ψυχς κα το σώματος, πάντα μοι συγχώρησον, σα σοι θλιψα πάσας τς μέρας τς ζως μου, κα ε τι μαρτον τν σήμερον μέραν· σκέπασόν με ν τ παρούσ νυκτ κα διαφύλαξόν με π πάσης πηρείας το ντικειμένου, να μ ν τινι μαρτήματι παροργίσω τν Θεόν· κα πρέσβευε πρ μο πρς τν Κύριον το πιστηρίξαι με ν τ φόβ ατο κα ξιον ναδεξαί με δολον τς ατο γαθότητος. μήν.

χος πλ. δ.

Τ περμάχ στρατηγ τ νικητήρια, ς λυτρωθεσα τν δεινν εχαριστήρια, ναγράφω σοι πόλις σου, Θεοτόκε. λλ᾿ ς χουσα τ κράτος προσμάχητον, κ παντοίων με κινδύνων λευθέρωσον, να κράζω σοι· Χαρε, Νύμφη νύμφευτε.

χος πλ. α.

Θεοτόκε Παρθένε, χαρε, κεχαριτωμένη Μαρία, Κύριος μετ σο. Ελογημένη σ ν γυναιξί, κα ελογημένος καρπς τς κοιλίας σου, τι σωτρα τεκες, τν ψυχν μν. (κ γ.)

Δόξα, κα νν. Κύριε, λέησον γ.

δ ερες τὴν πόλυσιν, μεθ᾿ ἣν λέγει, ποκρινομένων μν τ Κύριε, λέησον συνεχς·

Εξώμεθα πρ ερήνης το κόσμου.

πρ τν εσεβν κα ρθοδόξων Χριστιανν.

πρ το ρχιεπισκόπου μν (δενος) [ν τας ερας μονας προσέτι· το πατρς μν (δενος) ερομονάχου] κα πάσης τς ν Χριστ μν δελφότητος.

πρ το εσεβος μν θνους, πάσης ρχς κα ξουσίας ν ατ.

πρ εοδώσεως κα νισχύσεως το φιλοχρίστου στρατο.

πρ τν πολειφθέντων πατέρων κα δελφν μν.

πρ τν διακονούντων κα διακονησάντων μν.

πρ τν μισούντων κα τν γαπώντων μς.

πρ τν ντειλαμένων μν τος ναξίοις εχεσθαι πρ ατν.

πρ ναρρύσεως τν αχμαλώτων.

πρ τν ν θαλάσσ καλς πλεόντων.

πρ τν ν σθενείαις κατακειμένων.

Εξώμεθα κα πρ εφορίας τν καρπν τς γς.

Κα πρ πάντων τν προαναπαυσαμένων πατέρων κα δελφν μν, τν νθάδε κειμένων κα πανταχο ρθοδόξων.

Επωμεν κα πρ αυτν τ Κύριε, λέησον γ.

Δι᾿ εχν τν γίων πατέρων μν.

Ορθόδοξη πίστη και ζωή στο email σας. Λάβετε πρώτοι όλες τις τελευταίες αναρτήσεις της Κοινωνίας Ορθοδοξίας:
Έχετε εγγραφεί επιτυχώς στο newsletter! Θα λάβετε email επιβεβαίωσης σε λίγα λεπτά. Παρακαλούμε, ακολουθήστε τον σύνδεσμο μέσα του για να επιβεβαιώσετε την εγγραφή. Εάν το email δεν εμφανιστεί στο γραμματοκιβώτιό σας, παρακαλούμε ελέγξτε τον φάκελο του spam.
Έχετε εγγραφεί επιτυχώς στο newsletter!
Λυπούμαστε, υπήρξε ένα σφάλμα. Παρακαλούμε, ελέγξτε το email σας.